previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. θ

δόρπου δ᾽ ἐξαῦτις μνησώμεθα, χερσὶ δ᾽ ἐφ᾽ ὕδωρ
χευάντων μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
ἐμοί τε καὶ σοί, Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι, ‘ παρὰ τίνι κεῖται τὸ τακερόν;’ Οὐλπιανὸς ἔφη.

καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησὶν ' ὀρύα τυρίδιον, κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν.' καὶ ἐν Κύκλωπι:


χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός.
μάθετε δὲ καὶ τοῦτο παρ᾽ ἐμοῦ, σοφώτατοι, ὅτι νῦν Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παρ᾽ οἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δ᾽ ἐν Κωρύκῳ τις ἄλλος κύων [p. 160]

τῶν θαλαττίων δ᾽ ἀεὶ
ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας.1 ...
ἐπὶ δὲ τούτοις πίνομεν
οἰνάριον, εἶδος, νὴ Δί᾽, οἰκίας τρόπον.
β. πῶς εἶδος; α. οἷον τοῖς παροῦσι συμφέρει
ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ. .
ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθ᾽ αὑτὸ κατασκευάζονται ὀξύγαρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: