previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

65. ἵν᾽ οὖν μὴ καὶ σὺ ζητῶν τὸν σύαγρον ἀφαυανθῇς, μάθε ὅτι Ἀντιφάνης μὲν ἐν Ἁρπαζομένῃ οὕτως ὠνόμασε:

λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν
τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.
Διονύσιος δὲ τύραννος ἐν τῷ Ἀδώνιδι:

νυμφῶν ὑπὸ σπήλυγγα τόνδ᾽ αὐτόστεγον
σύαγρον ἐκβόλειον εὔθηρον κυσίν,
ὁπλάς τ᾽ ἀπαρχὰς ἀκροθινιάζομαι.
Λυγκεὺς δ᾽ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ἐπιστολῇ γράφει οὕτως : ἵνα τὰ μὲν αἴγεια τοῖς παισί, τὰ δὲ συάγρεια μετὰ τῶν φίλων αὐτὸς ἔχῃς.' [p. 320] καὶ Ἱππόλοχος δὲ Μακεδών, οὗ ἐμνημονεύσαμεν ἐν τοῖς πρὸ τούτων, ἐν τῇ πρὸς τὸν προειρημένον Λυγκέα ἐπιστολῇ ἐμνήσθη συάγρων πολλῶν. ἐπεὶ δὲ σὺ καὶ τὸ προβληθέν σοι ἀποπροσπεποίησαι περὶ τῆς χρόας τοῦ Καλυδωνίου συός, εἴ τις αὐτὸν ἱστορεῖ λευκὸν τὴν χρόαν γεγονότα, ἐροῦμεν ἡμεῖς τὸν εἰπόντα: τὸ δὲ μαρτύριον ἀνίχνευσον σύ. πάλαι γὰρ τυγχάνω ἀνεγνωκὼς τοὺς Κλεομένους τοῦ Ῥηγίνου διθυράμβους, ὧν ἐν τῷ ἐπιγραφομένῳ Μελεάγρῳ τοῦτο ἱστόρηται. οὐκ ἀγνοῶ δ᾽ ὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες ἀσχέδωρον καλοῦσι τὸν σύαγρον. Αἰσχύλος γοῦν ἐν Φορκίσι παρεικάζων τὸν Περσέα τῷ ἀγρίῳ τούτῳ συί φησιν

ἔδυ δ᾽ ἐς ἄντρον ἀσχέδωρος ὥς.
καὶ Σκίρας εἷς δ᾽ ἐστὶν οὗτος τῆς Ἰταλικῆς καλουμένης κωμῳδίας ποιητής, γένος Ταραντῖνος ἐν Μελεάγρῳ φησὶν

ἔνθ᾽ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ
οὔτε ἀσχέδωρος νεμόμενος καπρώζεται.
ὅτι δὲ Αἰσχύλος διατρίψας ἐν Σικελίᾳ πολλαῖς κέχρηται φωναῖς Σικελικαῖς οὐδὲν θαυμαστόν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: