Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
ἡγεῖτο γὰρ χρῆναι πολὺ πρότερον ἐν
[p. 128] ταῖς ψυχαῖς τὸ στέρρον τοῦτο καὶ ἀπαθὲς κατασκευάσαι, καὶ τὸν ἄριστα παιδεύειν ἀνθρώπους
προαιρούμενον τοῦτο μὲν ψυχῆς, τοῦτο δὲ
σώματος, τοῦτο δὲ ἡλικίας τε καὶ τῆς πρότερον ἀγωγῆς ἐστοχάσθαι, ἵνα μὴ τὰ παρὰ δύναμιν ἐπιτάττων ἐλέγχηται: πολλοὺς γοῦν καὶ τελευτᾶν ἔφασκεν οὕτως ἀλόγως ἐπιταθέντας: ἕνα δὲ
καὶ αὐτὸς εἶδον, ὃς καὶ γευσάμενος τῶν παρ᾽ ἐκείνοις κακῶν, ἐπειδὴ τάχιστα λόγων ἀληθῶν ἐπήκουσεν, ἀμεταστρεπτὶ φεύγων ὡς αὐτὸν
ἀφίκετο καὶ δῆλος ἦν ῥᾷον διακείμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.