previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[33] κύκλῳ μὲν περὶ πᾶσαν αὐτὴν ὕλη ἀνέστηκεν, τὰ δένδρα δέ ἐστι μήκωνες ὑψηλαὶ καὶ μανδραγόραι καὶ ἐπ᾽ αὐτῶν πολύ τι πλῆθος νυκτερίδων τοῦτο γὰρ μόνον ἐν τῇ νήσῳ γίνεται ὄρνεον. ποταμὸς δὲ παραρρεῖ πλησίον ὑπ᾽ αὐτῶν καλούμενος Νυκτίπορος, καὶ πηγαὶ δύο παρὰ τὰς πύλας: ὀνόματα καὶ ταύταις, τῇ μὲν [p. 338] Νήγρετος, τῇ δὲ Παννυχία. περίβολος δὲ τῆς πόλεως ὑψηλός τε καὶ ποικίλος, ἴριδι τὴν χρόαν ὁμοιότατος: πύλαι μέντοι ἔπεισιν οὐ δύο, καθάπερ Ὅμηρος εἴρηκεν, ἀλλά τέσσαρες, δύο μὲν πρὸς τὸ τῆς Βλακείας πεδίον ἀποβλέπουσαι, μὲν σιδηρᾶ, δὲ ἐκ κεράμου πεποιημένη, καθ᾽ ἃς ἐλέγοντο ἀποδημεῖν αὐτῶν οἵ τε φοβεροὶ καὶ φονικοὶ καὶ ἀπηνεῖς, δύο δὲ πρὸς τὸν λιμένα καὶ τὴν θάλατταν, μὲν κερατίνη, δὲ καθ᾽ ἣν ἡμεῖς παρήλθομεν ἐλεφαντίνη. εἰσιόντι δὲ εἰς τὴν πόλιν ἐν δεξιᾷ μέν ἐστι τὸ Νυκτῷονσέβουσι γὰρ θεῶν ταύτην μάλιστα καὶ τὸν Ἀλεκτρυόνα: ἐκείνῳ δὲ πλησίον τοῦ λιμένος τὸ ἱερὸν πεποίηταιἐν ἀριστερᾷ δὲ τὰ τοῦ Ὕπνου βασίλεια. οὗτος γὰρ δὴ ἄρχει παρ᾽ αὐτοῖς σατράπας δύο καὶ ὑπάρχους πεποιημένος, Ταραξίωνά τε τὸν Ματαιογένους καὶ Πλουτοκλέα τὸν Φαντασίωνος. ἐν μέσῃ δὲ τῇ ἀγορᾷ πηγὴ τίς ἐστιν, ἣν καλοῦσι Καρεῶτιν καὶ πλησίον ναοὶ δύο, Ἀπάτης καὶ Ἀληθείας: ἔνθα καὶ τὸ ἄδυτόν ἐστιν αὐτοῖς καὶ τὸ μαντεῖον, οὗ προειστήκει προφητεύων Ἀντιφῶν τῶν ὀνείρων ὑποκριτής, ταύτης παρὰ τοῦ ' Ὕπνου λαχὼν τῆς τιμῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: