Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
εἱστιώμεθα οὖν ἐν ἡσυχίᾳ τὸ πρῶτον, καὶ
παρεσκεύαστο ποικίλα. πλὴν οὐδὲν οἶμαι χρὴ
καὶ ταῦτα καταριθμεῖσθαι, χυμοὺς καὶ πέμματα καὶ καρυκείας: ἅπαντα γὰρ ἄφθονα. ἐν τούτῳ δὲ
ὁ Κλεόδημος ἐπικύψας ἐς τὸν Ἴωνα, Ὁρᾷς, ἔφη, τὸν γέροντα — Ζηνόθεμιν λέγων, ἐπήκουον γάρ — ὅπως ἐμφορεῖται τῶν ὄψων καὶ ἀναπέπλησται ζωμοῦ τὸ ἱμάτιον καὶ ὅσα τῷ παιδὶ κατόπιν ἑστῶτι ὀρέγει λανθάνειν οἰόμενος τοὺς ἄλλους, οὐ μεμνημένος τῶν μεθ᾽ αὑτόν; δεῖξον οὖν καὶ Λυκίνῳ ταῦτα, ὡς μάρτυς εἴη.' ἐγὼ δὲ οὐδὲν ἐδεόμην
δείξοντός μοι τοῦ Ἴωνος πολὺ πρότερον αὐτὰ ἐκ περιωπῆς ἑωρακώς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.