previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] τοὺς τραυματίας ἐπὶ τούτοις, Ἑρμῆ, παράγαγε: καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες [p. 12] ἥκετε: μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς ἐπισκέψομαι. πολεμοῦντας ἀποθανεῖν ἔδει χθὲς ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοῖς ὀγδοήκοντα καὶ τὸν Ὀξυάρτου υἱὸν μετ᾽ αὐτῶν Γωβάρην.

Ἑρμῆς
πάρεισι

Κλωθώ
δι᾽ ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ φιλόσοφος Θεαγένης διὰ τὴν ἑταίραν τὴν Μεγαρόθεν.

Ἑρμῆς
οὑτοιὶ πλησίον.

Κλωθώ
ποῦ δ᾽ οἱ περὶ τῆς βασιλείας ὑπ᾽ ἀλλήλων ἀποθανόντες;

Ἑρμῆς
Παρεστᾶσιν.

Κλωθώ
δ᾽ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς φονευθείς;

Ἑρμῆς
ἰδού σοι πλησίον.

Κλωθώ
τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω δὲ τοὺς ἐκ τυμπάνου καὶ τοὺς ἀνεσκολοπισμένους. οἱ δ᾽ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα ποῦ εἰσιν, Ἑρμῆ; [p. 14]

Ἑρμῆς
πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς. τὰς δὲ γυναῖκας ἅμα βούλει παραγάγω;

Κλωθώ
μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα: καὶ γὰρ τεθνᾶσι τὸν ὅμοιον τρόπον. καὶ τοὺς ἀπὸ τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: