previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[33] ἂν οὖν τῷ Δάμιδι ταῦτα εἰπεῖν ὑποβαλών.^ ἀλλὰ τίς σπουδῇ προσιὼν οὗτός ἐστιν, χαλκοῦς, εὔγραμμος καὶ εὐπερίγραφος, ἀρχαῖος τὴν ἀνάδεσιν τῆς κόμης; μᾶλλον δὲ σός, Ἑρμῆ, ἀδελφός ἐστιν, ἀγοραῖος, παρὰ τὴν Ποικίλην πίττης γοῦν ἀναπέπλησται ὁσημέραι ἐκματτόμενος ὑπὸ τῶν ἀνδριαντοποιῶν. τί, παῖ, δρομαῖος ἡμῖν [p. 140] ἀφῖξαι; πού τι ἐκ γῆς νεώτερον ἀπαγγέλλεις;

Ἑρμαγόρας
ὑπέρμεγα, Ζεῦ, καὶ μυρίας τῆς σπουδῆς δεόμενον.

Ζεύς
λέγε ἤδη, εἴ τι καὶ ἄλλο ἡμᾶς ἐπανιστάμενον λέληθεν.

Ἑρμαγόρας
ἐτύγχανον μὲν ἄρτι χαλκουργῶν ὕπο πιττούμενος στέρνον τε καὶ μετάφρενον θώραξ δέ μοι γελοῖος ἀμφὶ σώματι πλασθεὶς παρῃώρητο μιμηλῇ τέχνῃ σφραγῖδα χαλκοῦ πᾶσαν ἐκτυπούμενος: ὁρῶ δ᾽ ὄχλον στείχοντα καί τινας δύο ὠχροὺς κεκράκτας, πυγμάχους σοφισμάτων, Δᾶμίν τε καὶ

Ζεύς
παῦε, Ἑρμαγόρα βέλτιστε, τραγῳδῶν οἶδα γὰρ οὕστινας λέγεις. ἀλλ᾽ ἐκεῖνό μοι φράσον, εἰ πάλαι συγκροτεῖται αὐτοῖς ἔρις.

Ἑρμαγόρας
οὐ πάνυ, ἀλλ᾽ ἐν ἀκροβολισμοῖς ἔτι ἦσαν ἀποσφενδονῶντες ἀλλήλοις πόρρωθέν ποθεν λοιδορούμενοι.

Ζεύς
τί οὖν ἔτι ποιεῖν λοιπόν,^ θεοί, ἀκροάσασθαι ἐπικύψαντας αὐτῶν; ὥστε ἀφαιρείτωσαν αἱ Ὧραι τὸν μοχλὸν ἤδη καὶ ἀπάγουσαι τὰ νέφη

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: