previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[57] μόνου: εἰ δὲ μὴ τοῦτο βούλει, σὺ δὲ ἄλλον τρόπον ἀμείνω κατὰ τάχος ἐκφόρησον αὐτὸν ἐκ τῆς οἰκίας μηδ᾽ ὀβολὸν αὑτῷ ἀνείς, διαδιδοὺς ἅπασι τοῖς δεομένοις, μὲν πέντε δραχμάς, δὲ μνᾶν, δὲ ἡμιτάλαντον εἰ δέ τις φιλόσοφος εἴη, διμοιρίαν τριμοιρίαν φέρεσθαι δίκαιος: ἐμοὶ δὲκαίτοι οὐκ ἐμαυτοῦ χάριν αἰτῶ, ἀλλ᾽ ὅπως μεταδῶ τῶν ἑταίρων τοῖς δεομένοιςἱκανὸν εἰ ταυτηνὶ τὴν [p. 392] πήραν ἐμπλήσας παράσχοις οὐδὲ ὅλους δύο μεδίμνους χωροῦσαν Αἰγινητικούς. ὀλιγαρκῆ δὲ καὶ μέτριον χρὴ εἶναι τὸν φιλοσοφοῦντα καὶ μηδὲν ὑπὲρ τὴν πήραν φρονεῖν.

Τίμων
ἐπαινῶ ταῦτά σου, Θρασύκλεις: πρὸ δ᾽ οὖν τῆς πήρας, εἰ δοκεῖ, φέρε σοι τὴν κεφαλὴν ἐμπλήσω κονδύλων ἐπιμετρήσας τῇ δικέλλῃ.

Θρασυκλῆς
δημοκρατία καὶ νόμοι, παιόμεθα ὑπὸ τοῦ καταράτου ἐν ἐλευθέρᾳ τῇ πόλει.

Τίμων
τί ἀγανακτεῖς, ὦγαθέ; μῶν ^ παρακέκρουσμαί σε; καὶ μὴν ἐπεμβαλῶ χοίνικας ὑπὲρ τὸ μέτρον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: