previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] τὴν περὶ τῶν τοιούτων κρίσιν. ἀλλά τίνας ἐκείνους Κροῖσος ἐκπέμπει τί ἐπὶ τῶν ὤμων φέρουσι; [p. 418]

Ἑρμῆς
πλίνθους τῷ Πυθίῳ χρυσᾶς ἀνατίθησι μισθὸν τῶν χρησμῶν ὑφ᾽ ὧν καὶ ἀπολεῖται μικρὸν ὕστερον φιλόμαντις δὲ ἁνὴρ ^ ἐκτόπως.

Χάρων
ἐκεῖνο γάρ ἐστιν χρυσός, τὸ λαμπρὸν ἀποστίλβει, τὸ ὕπωχρον μετ᾽ ἐρυθήματος; νῦν γὰρ πρῶτον εἶδον, ἀκούων ἀεί.

Ἑρμῆς
ἐκεῖνο, Χάρων, τὸ ἀοίδιμον ὄνομα καὶ περιμάχητον.

Χάρων
καὶ μὴν οὐχ ὁρῶ τι τὸ ἀγαθὸν αὐτῷ πρόσεστιν, εἰ μὴ ἄρα ἕν τι μόνον, ὅτι βαρύνονται οἱ φέροντες αὐτό,

Ἑρμῆς
οὐ γὰρ οἶσθα ὅσοι πόλεμοι διὰ τοῦτο καὶ ἐπιβουλαὶ καὶ λῃστήρια καὶ ἐπιορκίαι καὶ φόνοι καὶ δεσμὰ ^ καὶ ἐμπορίαι καὶ δουλεῖαι;

Χάρων
διὰ τοῦτο, Ἑρμῆ, τὸ μὴ πολὺ τοῦ χαλκοῦ διαφέρον; οἶδα γὰρ τὸν χαλκόν, ὀβολόν, ὡς οἶσθα, παρὰ τῶν καταπλεόντων ἑκάστου ἐκλέγων.

Ἑρμῆς
ναί: ἀλλὰ χαλκὸς μὲν πολύς, ὥστε οὐ πάνυ σπουδάζεται ὑπ᾽ αὐτῶν τοῦτον δὲ ὀλίγον ἐκ πολλοῦ τοῦ βάθους οἱ μεταλλεύοντες ἀνορύττουσι: πλὴν ἀλλὰ ἐκ τῆς γῆς καὶ οὗτος ὥσπερ μόλυβδος καὶ τὰ ἄλλα. [p. 420]

Χάρων
δεινήν τινα λέγεις τῶν ἀνθρώπων τὴν ἀβελτερίαν, οἳ τοσοῦτον ἔρωτα ἐρῶσιν ὠχροῦ καὶ βαρέος κτήματος.

Ἑρμῆς
ἀλλὰ οὐ Σόλων γε ἐκεῖνος, Χάρων, ἐρᾶν αὐτοῦ φαίνεται, ὅς, ὡς ὁρᾷς, καταγελᾷ τοῦ Κροίσου καὶ τῆς μεγαλαυχίας τοῦ βαρβάρου, καί μοι δοκεῖν ἐρέσθαι τι βούλεται αὐτόν ἐπακούσωμεν οὖν.

Σόλων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: