previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[21] μακάριε, οὐκ οἶσθα ὅπως αὐτοὺς ἄγνοια καὶ ἀπάτη διατεθείκασιν, ὡς μηδ᾽ ἂν τρυπάνῳ ἔτι διανοιχθῆναι αὐτοῖς τὰ ὦτα, τοσούτῳ κηρῷ ἔβυσαν αὐτά, οἷόν περ Ὀδυσσεὺς τοὺς ἑταίρους ἔδρασε δέει τῆς Σειρήνων ἀκροάσεως. πόθεν οὖν ἂν ἐκεῖνοι δυνηθεῖεν ἀκοῦσαι, ἢν καὶ σὺ κεκραγὼς διαρραγῇς; ὅπερ γάρ παρ᾽ ὑμῖν Λήθη δύναται, [p. 438] τοῦτο ἐνταῦθα ἄγνοια ἐργάζεται. πλὴν ἀλλὰ εἰσὶν αὐτῶν ὀλίγοι οὐ παραδεδεγμένοι τὸν κηρὸν ἐς τὰ ὦτα, πρὸς τὴν ἀλήθειαν ἀποκλίνοντες, ὀξὺ δεδορκότες ἐς τὰ πράγματα καὶ κατεγνωκότες οἷά ἐστιν.

Χάρων
οὐκοῦν ἐκείνοις γοῦν ἐμβοήσωμεν.

Ἑρμῆς
περιττὸν καὶ τοῦτο, λέγειν πρὸς αὐτοὺς ^ ἴσασιν. ὁρᾷς ὅπως ἀποσπάσαντες τῶν πολλῶν καταγελῶσι τῶν γιγνομένων καὶ οὐδαμῆ οὐδαμῶς ἀρέσκονται αὐτοῖς, ἀλλὰ δῆλοί εἰσι δρασμὸν ἤδη βουλεύοντες παρ᾽ ὑμᾶς ἀπὸ τοῦ βίου. καὶ γὰρ καὶ μισοῦνται ἐλέγχοντες αὐτῶν τὰς ἀμαθίας.

Χάρων
εὖ γε, γεννάδαι: πλὴν πάνυ ὀλίγοι εἰσίν, Ἑρμῆ.'

Ἑρμῆς
ἱκανοὶ καὶ οὗτοι. ἀλλὰ κατίωμεν ἤδη.

Χάρων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: