previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] ἄπιτε ὑμεῖς: ἐγὼ γὰρ οὐδὲν δέομαι ἀκούειν πάλαι οἶδα ὁποῖά ἐστιν.

Φιλοσοφία
ἀλλ᾽ ἡμῖν, Ἀλήθεια, ἐν δέοντι συνδικάζοις ἂν καὶ καταμηνύοις ἕκαστα.

Ἀλήθεια
οὐκοῦν ἐπάγωμαι καὶ τὼ θεραπαινιδίω τούτω εὐνοϊκοτάτω μοι ὄντε;

Φιλοσοφία
καὶ μάλα ὁπόσας ἂν ἐθέλῃς. [p. 28]

Ἀλήθεια
ἕπεσθον, Ἐλευθερία καὶ Παρρησία, μεθ᾽ ἡμῶν, ὡς τὸν δείλαιον τουτονὶ ἀνθρωπίσκον ἐραστὴν ἡμέτερον ὄντα καὶ κινδυνεύοντα ἐπὶ μηδεμιᾷ προφάσει δικαίᾳ σῶσαι δυνηθῶμεν. σὺ δέ, Ἔλεγχε, αὐτοῦ περίμεινον.

Παρρησιάδης
μηδαμῶς, δέσποινα, ἡκέτω δὲ καὶ οὗτος, εἰ καί τις ἄλλος:^ οὐ γὰρ τοῖς τυχοῦσι θηρίοις προσπολεμῆσαι δεήσει με, ἀλλ᾽ ἀλαζόσιν ἀνθρώποις καὶ δυσελέγκτοις, ἀεί τινας ἀποφυγὰς εὑρισκομένοις, ὥστε ἀναγκαῖος Ἔλεγχος.

Ἔλεγχος
ἀναγκαιότατος μὲν οὖν ἄμεινον δέ, εἰ καὶ τὴν Ἀπόδειξιν παραλάβοις.

Ἀλήθεια
ἕπεσθε πάντες, ἐπείπερ ἀναγκαῖοι δοκεῖτε πρὸς τὴν δίκην.

Πλάτων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: