previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45] κρίσιν. οἱ ὑπηρέται ἀνέλεσθε τὴν πήραν, ἣν Κυνικὸς ἀπέρριψεν ἐν τῇ τροπῇ. φέρ᾽ ἴδω τί καὶ ἔχει: που θέρμους βιβλίον ἄρτους τῶν αὐτοπυριτῶν;

Ὑπηρέτης
^ Οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ μαχαίριον κουρευτικὸν ^ καὶ κάτοπτρον καὶ κύβους.

Φιλοσοφία
εὖ γε, γενναῖε. τοιαῦτα ἦν σοι τὰ ἐφόδια τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖσθαι πᾶσιν καὶ τοὺς ἄλλους παιδαγωγεῖν;

Παρρησιάδης
τοιοῦτοι μὲν οὖν ὑμῖν οὗτοι. χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύσεται καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν εἰσι καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου.

Φιλοσοφία
^ Σύ, Ἀλήθεια, ἐξεύρισκε: ὑπέρ σοῦ γὰρ τοῦτο γένοιτ᾽ ἄν, ὡς μὴ ἐπικρατῇ σου τὸ Ψεῦδος μηδὲ ὑπὸ τῇ Ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀνδρῶν σε τοὺς χρηστοὺς μεμιμημένοι. [p. 68]

Ἀλήθεια

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: