previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] βούλει καὶ ταύτας ἀποκληρῶμεν, Δίκη, τὰς δύο, τὰς πρῴην ἀπενηνεγμένας κατὰ τοῦ ῥήτορος;

Δίκη
τὰς παλαιὰς πρότερον διανύσωμεν αὗται δὲ ^ εἰς ὕστερον δεδικάσονται.

Ἑρμῆς
καὶ μὴν ὅμοιαί γε καὶ αὗται καὶ τὸ ἔγκλημα, εἰ καὶ νεαρόν, ἀλλὰ παραπλήσιον τοῖς προαποκεκληρωμένοις: ὥστε ἐν τούτοις δικασθῆναι ἄξιον. [p. 112]

Δίκη
ἔοικας, Ἑρμῆ, χαριζομένῳ τὴν δέησιν. ἀποκληρῶμεν δ᾽ ὅμως, εἰ δοκεῖ, πλὴν ἀλλὰ ταύτας μόνας: ἱκαναὶ γὰρ αἱ ἀποκεκληρωμέναι. δὸς τὰς γραφάς.

Ἑρμῆς
ῥητορικὴ κακώσεως τῷ Σύρῳ: διάλογος τῷ αὐτῷ ὕβρεως.

Δίκη
τίς δὲ οὗτός ἐστιν; οὐ γὰρ ἐγγέγραπται τοὔνομα.

Ἑρμῆς
οὕτως ἀποκλήρου, τῷ ῥήτορι τῷ Σύρῳ: κωλύσει γὰρ οὐδὲν καὶ ἄνευ τοῦ ὀνόματος.

Δίκη
ἰδοῦ, καὶ τὰς ὑπερορίους ἤδη Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ ἀποκληρώσομεν, ἃς ὑπὲρ τὸν Εὐφράτην καλῶς εἶχε δεδικάσθαι; πλὴν ἀλλὰ κλήρου ἕνδεκα τοὺς αὐτοὺς ἑκατέρᾳ τῶν δικῶν.

Ἑρμῆς
. εὖ γε, Δίκη, φείδῃ μὴ πολὺ ἀναλίσκεσθαι τὸ δικαστικόν.

Δίκη

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: