Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
ταῦτά ἐστιν ἃ τὴν Ῥητορικὴν ἐγὼ μεγάλα ἠδίκηκα. καίτοι εἰ καὶ μηδὲν αὐτῇ τοιοῦτο ἐπέπρακτο, καλῶς εἶχέ μοι ἀνδρὶ ἤδη τετταράκοντα
ἔτη σχεδὸν γεγονότι θορύβων μὲν ἐκείνων καὶ
[p. 144] δικῶν ἀπηλλάχθαι καὶ τοὺς ἄνδρας τοὺς δικαστὰς ἀτρεμεῖν ἐᾶν, τυράννων κατηγορίας καὶ ἀριστέων ἐπαίνους ἐκφυγόντα, εἰς δὲ τὴν Ἀκαδήμειαν ἢ εἰς
τὸ Λύκειον ἐλθόντα τῷ βελτίστῳ τούτῳ Διαλόγῳ συμπεριπατεῖν ἠρέμα διαλεγομένους, τῶν ἐπαίνων καὶ κρότων οὐ δεομένους. πολλὰ ἔχων εἰπεῖν ἤδη παύσομαι. ὑμεῖς δὲ
εὔορκον τὴν ψῆφον ἐνέγκατε.
Δίκη
τίς κρατεῖ; Ἑρμῆς
πάσαις ὁ Σύρος πλὴν μιᾶς. Δίκη
ῥήτωρ τις ἔοικεν εἶναι ὁ τὴν ἐναντίαν θέμενος.
τίς κρατεῖ; Ἑρμῆς
πάσαις ὁ Σύρος πλὴν μιᾶς. Δίκη
ῥήτωρ τις ἔοικεν εἶναι ὁ τὴν ἐναντίαν θέμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.