previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] ’ ‘εἰπέ μοι, Ἴων,’ ἦν δ᾽ ἐγώ, ‘ ὄφις δ᾽ πρεσβευτὴς νέος ἄρα καὶ ἐχειραγώγει τὸν: δράκοντα ἤδη, ὡς φής, γεγηρακότα, σκίπωνα ἔχων ἐκεῖνος ἐπεστηρίζετο;’ ‘σὺ μὲν παίζεις,’ ἔφη Κλεόδημος, ‘ ἐγὼ δὲ καὶ αὐτὸς ἀπιστότερος ὤν σου πάλαι τὰ τοιαῦτα — - ᾤμην γὰρ οὐδενὶ λόγῳ δυνατὸν γίγνεσθαι ἂν αὐτὰ — - ὅμως ὅτε τὸ πρῶτον εἶδον πετόμενον τὸν ξένον τὸν βάρβαρονἐξ Ὑπερβορέων δ᾽ ἦν, ὡς ἔφασκενἐπίστευσα καὶ ἐνικήθην ἐπὶ πολὺ ἀντισχών. τί γὰρ ἔδει ποιεῖν αὐτὸν ὁρῶντα διὰ τοῦ ἀέρος φερόμβνον ἠμβρας οὔσης καὶ ἐφ᾽ ὕδατος βαδίζοντα καὶ διὰ πυρὸς διεξιόντα σχολῇ καὶ βάδην;’ ‘σὺ ταντα εἶδες,’ ἦν δ᾽ ἐγώ, ‘ τὸν Τπερβόρεον ἄνδρα πετόμενον ἐπὶ τοῦ ὕδατος βεβηκότα;’ ‘ καὶ μάλα,’ δ᾽ ὅς, ‘ὑποδεδεμένον γε καρβατίνας, οἷα μάλιστα ἐκεῖνοι ὑποδοῦνται. τὰ μὲν γὰρ σμικρὰ [p. 340] ταῦτα τί χρὴ καὶ λέγειν ὅσα ἐπεδείκνυτο, ἔρωτας ἐπιπέμπων καὶ δαίμονας ἀνάγων καὶ νεκροὺς ἑώλους ἀνακαλῶν καὶ τὴν Ἑκάτην αὐτὴν ἐναργῆ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: