Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[37]
οὐ παύσεσθε,’ ἦν δ᾽ ἐγώ, ‘τὰ τοιαῦτα
τερατολογοῦντες γέροντες ἄνδρες; εἰ δὲ μή, ἀλλὰ κἂν τούτων γε τῶν μειρακίων ἕνεκα εἰς ἄλλον τινὰ καιρὸν ὑπερβάλλεσθε τὰς παραδόξους ταύτας καὶ φοβερὰς διηγήσεις, μή πως λάθωσιν ἡμῖν ἐμπλησθέντες δειμάτων καὶ ἀλλοκότων μυθολογημάτων. φείδεσθαι οὖν χρὴ αὐτῶν μηδὲ
τοιαῦτα ἐθίζειν ἀκούειν, ἃ διὰ παντὸς τοῦ βίου
συνόντα ἐνοχλήσει καὶ ψοφοδεεῖς ποιήσει ποικίλης τῆς δεισιδαιμονίας ἐμπιπλάντα,’
‘
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.