previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] οἱ μὲν δὴ ἐτύγχανον οἶμαι ^ περὶ τοῦ νοσήματος τὰ μὲν ἤδη πολλὰ προειρηκότες, τὰ δὲ καὶ τότε διεξιόντες, ἔτι δὲ καὶ θεραπείας τινὰς ἕκαστος ὑποβάλλοντες. γοῦν Κλεόδημος, ‘ εἰ τοίνυν,’ φησίν, ‘τῇ ἀριστερᾷ τις ἀνελόμενος χαμᾶθεν τὸν ὀδόντα τῆς μυγαλῆς οὕτω φονευθείσης, ὡς προεῖπον, ἐνδήσειεν εἰς δέρμα λέοντος ἄρτι ἀποδαρέν, εἶτα περιάψειε περὶ τὰ σκέλη, αὐτίκα παύεται τὸ ἄλγημα.’ ‘οὐκ εἰς λέοντος,’ ἔφη Δεινόμαχος, ‘ ἐγὼ ἤκουσα, ἐλάφου δὲ θηλείας ἔτι παρθένου καὶ ἀβάτου: καὶ τὸ πρᾶγμα οὕτω πιθανώτερον ὠκὺ γὰρ ἔλαφος καὶ ἔρρωται μάλιστα ἐκ τῶν ποδῶν. δὲ λέων ἄλκιμος μέν, καὶ τὸ λίπος αὐτοῦ καὶ χεὶρ δεξιὰ καὶ αἱ τρίχες ἐκ τοῦ πώγωνος αἱ ὀρθαὶ μεγάλα δύνανται,^ εἴ τις ἐπίσταιτο αὐτοῖς χρῆσθαι μετὰ τῆς οἰκείας ἐπῳδῆς ἑκάστῳ: ποδῶν δὲ ἴασιν ἥκιστα ἐπαγγέλλεται. ’ ‘ καὶ αὐτός,’ δ᾽ ὃς Κλεόδημος, ‘οὕτω πάλαι ἐγίγνωσκον, ἐλάφου χρῆναι τὸ δέρμα εἶναι, διότι ὠκὺ ἔλαφος: ἔναγχος δὲ Λίβυς ἀνὴρ σοφὸς [p. 332] τὰ τοιαῦτα μετεδίδαξέ με εἰπὼν ὠκυτέρους εἶναι τῶν ἐλάφων τοὺς λέοντας. ἀμέλει, ἔφη, καὶ αἱροῦσιν αὐτὰς διώκοντες.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: