previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[32] μὴ πάνυ παρήκουσα τοῦ παραδείγματος. τὰς πανοπλίας ἐκείνας τότε ἀναλήψεσθε τὰς τῶν κωμῳδῶν τε καὶ τραγῳδῶν, καὶ ἢν προτεθῇ ὑμῖν ἔξοδος, ἐκεῖνα τὰ κράνη περιθήσεσθε τὰ κεχηνότα, [p. 52] ὡς φοβερώτεροι εἴητε τοῖς ἐναντίοις μορμολυττόμενοι αὐτούς, καὶ ὑποδήσεσθε τὰ ὑψηλὰ ἐκεῖνα δηλαδή: φεύγουσί τε γάρ, ἢν δέῃ, κοῦφα, καὶ ἢν διώκητε, ἄφυκτα τοῖς πολεμίοις ἔσται, ὑμῶν οὕτω μεγάλα διαβαινόντων ἐπ᾽ αὐτούς. ἀλλ᾽ ὅρα μὴ ταῦτα μὲν ὑμῖν τὰ κομψὰ λῆρος καὶ παιδιὰ ἄλλως καὶ διατριβαὶ ἀργοῦσι καὶ ῥᾳθυμεῖν ἐθέλουσι τοῖς νεανίσκοις. εἰ δὲ βούλεσθε πάντως ἐλεύθεροι καὶ εὐδαίμονες εἶναι, ἄλλων ὑμῖν γυμνασίων δεήσει καὶ ἀσκήσεως ἀληθινῆς τῆς ἐν τοῖς ὅπλοις, καὶ ἅμιλλα οὐ πρὸς ἀλλήλους μετὰ παιδιᾶς, ἀλλὰ πρὸς τοὺς δυσμενεῖς ἔσται μετὰ κινδύνων μελετῶσι τὴν ἀρετήν. ὥστε ἀφέντας τὴν κόνιν καὶ τὸ ἔλαιον δίδασκε αὐτοὺς τοξεύειν καὶ ἀκοντίζειν μὴ κοῦφα διδοὺς τὰ ἀκόντια καὶ οἷα διαφέρεσθαι πρὸς τὸν ἄνεμον, ἀλλ᾽ ἔστω λόγχη βαρεῖα μετὰ συριγμοῦ ἑλιττομένη καὶ λίθος χειροπληθὴς καὶ σάγαρις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ καὶ θώραξ καὶ κράνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: