previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[34] οὐ ταῦτα ἔφασαν, Ἀνάχαρσι, Θρᾳκῶν τε ὅσοι μετ᾽ Εὐμόλπου ἐφ᾽ ἡμᾶς ἐστράτευσαν καὶ αἱ γυναῖκες ὑμῶν αἱ μετὰ Ἱππολύτης ἐλάσασαι ἐπὶ τὴν πόλιν οὐδὲ οἱ ἄλλοι ὅσοι ἡμῶν ἐν ὅπλοις ἐπειράθησαν. ἡμεῖς γάρ, μακάριε, οὐκ ἐπείπερ οὕτω γυμνὰ τὰ σώματα ἐκπονοῦμεν τῶν νέων, διὰ τοῦτο καὶ ἄνοπλα ἐξάγομεν ἐπὶ τοὺς κινδύνους, ἀλλ᾽ ἐπειδὰν καθ᾽ αὑτοὺς ἄριστοι γένωνται, ἀσκοῦνται τὸ μετὰ τοῦτο σὺν τοῖς ὅπλοις, καὶ πολὺ ἄμεινον χρήσαιντ᾽ ἂν αὐτοῖς οὕτω διακείμενοι.

Ἀνάχαρσις
καὶ ποῦ τοῦτο ὑμῖν ἐστι τὸ γυμνάσιον τὸ ἐν τοῖς ὅπλοις; οὐ γὰρ εἶδον ἔγωγε ἐν τῇ πόλει τοιοῦτον οὐδέν, ἅπασαν αὐτὴν ἐν κύκλῳ περιελθών.

Σόλων
ἀλλὰ ἴδοις ἄν, Ἀνάχαρσι, ἐπὶ πλέον ἡμῖν συνδιατρίψας, καὶ ὅπλα ἑκάστῳ μάλα πολλά, οἷς χρώμεθα ὁπόταν ἀναγκαῖον , καὶ λόφους καὶ φάλαρα καὶ ἵππους, καὶ ἱππέας σχεδὸν τὸ τέταρτον τῶν πολιτῶν. τὸ μέντοι ὁπλοφορεῖν ἀεὶ καὶ ἀκινάκην παρεζῶσθαι περιττὸν ἐν εἰρήνῃ οἰόμεθα εἶναι, καὶ πρόστιμὸν γ᾽ ἔστιν, ὅστις ἐν ἄστει [p. 56] σιδηροφοροίη μηδὲν δέον ὅπλα ἐξενέγκοι εἰς τὸ δημόσιον. ὑμεῖς δὲ συγγνωστοὶ ἐν ὅπλοις ἀεὶ βιοῦντες: τό τε γὰρ ἐν ἀφράκτῳ οἰκεῖν ῥᾴδιον εἰς ἐπιβουλήν, καὶ οἱ πόλεμοι μάλα πολλοί, καὶ ἄδηλον ὁπότε τις ἐπιστὰς κοιμώμενον κατασπάσας ἀπὸ τῆς ἁμάξης φονεύσειεν: τε πρὸς ἀλλήλους ἀπιστία, αὐθαιρέτως καὶ μὴ ἐν νόμῳ συμπολιτευομένων, ἀναγκαῖον ἀεὶ τὸν σίδηρον ποιεῖ, ὡς πλησίον εἶναι ἀμυνοῦντα] εἴ τις βιάζοιτο.

Ἀνάχαρσις

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: