This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ὁ δ᾽ οὖν πρεσβύτης ὁ πενθῶν οὑτωσὶ ταῦτα
πάντα ὁπόσα εἴρηκα καὶ ἔτι τούτων πλείονα οὔτε τοῦ παιδὸς ἕνεκα τραγῳδεῖν ἔοικεν — οἶδε γὰρ
οὐκ ἀκουσόμενον οὐδ᾽ ἂν μεῖζον ἐμβοήσῃ τοῦ Στέντορος — οὔτε μὴν αὑτοῦ: φρονεῖν γὰρ οὕτω
[p. 122] καὶ γιγνώσκειν ἱκανὸν ἦν καὶ ἄνευ τῆς βοῆς:
οὐδεὶς γὰρ δὴ πρὸς ἑαυτὸν δεῖται βοᾶν. λοιπὸν
οὖν ἐστιν αὐτὸν τῶν παρόντων ἕνεκα ταῦτα ληρεῖν οὔθ᾽ ὅ τι πέπονθεν αὐτῷ ὁ παῖς εἰδότα οὔθ᾽ ὅποι κεχώρηκε, μᾶλλον δὲ οὐδὲ τὸν βίον
αὐτὸν ἐξετάσαντα ὁποῖός ἐστιν οὐ γὰρ ἂν τὴν ἐξ
αὐτοῦ μετάστασιν ὥς τι τῶν δεινῶν ἐδυσχέραινεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.