Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
τοιοῦτο τέλος τῆς Ἀλεξάνδρου τραγῳδίας καὶ
αὕτη τοῦ παντὸς δράματος ἡ καταστροφὴ ἐγένετο,
ὡς εἰκάζειν προνοίας τινὸς τὸ τοιοῦτον, εἰ καὶ κατὰ τύχην συνέβη. ἔδει δὲ καὶ τὸν ἐπιτάφιον
αὐτοῦ ἄξιον γενέσθαι τοῦ βίου, καὶ ἀγῶνά τινα συστήσασθαι ὑπὲρ τοῦ χρηστηρίου, τῶν
συνωμοτῶν ἐκείνων καὶ γοήτων, ὅσοι κορυφαῖοι ἦσαν,
ἀνελθόντων ἐπὶ διαιτητὴν τὸν Ῥουτιλιανόν, τίνα χρὴ προκριθῆναι αὐτῶν καὶ διαδέξασθαι τὸ μαντεῖον καὶ στεφανωθῆναι τῷ ἱεροφαντικῷ καὶ
[p. 252] προφητικῷ στέμματι. ἦν δὲ ἐν αὐτοῖς καὶ Παῖτος, ἰατρὸς τὴν τέχνην, πολιός τις,^ οὔτε ἰατρῷ
πρέποντα οὔτε πολιῷ ἀνδρὶ ταῦτα ποιῶν. ἀλλ᾽
ὁ ἀγωνοθέτης Ῥουτιλιανὸς ἀστεφανώτους αὐτοὺς ἀπέπεμψεν αὐτῷ τὴν προφητείαν φυλάττων μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.