previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[20] ἐπεὶ δὲ καὶ κολακείας ἐπεμνήσθης, ὅτι μὲν καὶ σὺ μισεῖς τοὺς κολακικούς, ἐπαινῶ μέν σε, καὶ οὐκ ἐχρῆν ἄλλως. ἐθέλω δέ σοι διακρῖναι καὶ διορίσαι τό τε τοῦ ἐπαινοῦντος ἔργον καὶ τὴν τοῦ κόλακος ὑπερβολήν. μὲν οὖν κόλαξ ἅτε τῆς χρείας ἕνεκα τῆς ἑαυτοῦ ἐπαινῶν, ἀληθείας δὲ ὀλίγην ποιούμενος τὴν πρόνοιαν, ἅπαντα ὑπερεπαινεῖν οἴεται δεῖν, ἐπιψευδόμενος καὶ προστιθεὶς παρ᾽ αὑτοῦ τὰ πλείω, ὡς μὴ ἂν ὀκνῆσαι καὶ τὸν Θερσίτην εὐμορφότερον ἀποφῆναι τοῦ Ἀχιλλέως καὶ τὸν Νέστορα φάναι τῶν ἐπὶ Ἴλιον στρατευσάντων τὸν νεώτατον εἶναι. [p. 324] διομόσαιτο δ᾽ ἂν καὶ τὸν Κροίσου υἱὸν ὀξυηκοώτερον εἶναι τοῦ Μελάμποδος καὶ τὸν Φινέα ὀξύτερον δεδορκέναι τοῦ Λυγκέως, ἤνπερ μόνον κερδᾶναί τι ἐλπίσῃ ἐπὶ τῷ ψεύσματι. δέ γε αὐτὸ τοῦτο ἐπαινῶν οὐχ ὅπως οὐδ᾽ ἂν ψεύσαιτό τι προσθείη τῶν μηδὲ ὅλως προσόντων, τὰ δ᾽ ὑπάρχοντα αὐτῷ φύσει ἀγαθά, κἂν μὴ πάνυ μεγάλα , παραλαβὼν ἐπηύξησε καὶ μείζω ἀπέφηνε: καὶ τολμήσειεν ἂν εἰπεῖν, ἵππον ἐπαινέσαι θέλων, φύσει κοῦφον ὧν ἴσμεν ζῴων καὶ δρομικόν, ὅτι

Ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέεν οὐδὲ κατέκλα.
καὶ πάλιν οὐκ ἂν ὀκνήσειεν φάναιἀελλοπόδων δρόμον ἵππων.’ καὶ ἢν οἰκίαν ἐπαινῇ καλὴν καὶ ἄριστα κατεσκευασμένην, εἴποι ἂν

Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλή.
δὲ κόλαξ τοῦτο τὸ ἔπος κἂν περὶ τῆς συβώτου καλύβης εἴποι, εἰ μόνον τι παρὰ τοῦ συβώτου λαβεῖν ἐλπίσειεν ὅπου Κύναιθος Δημητρίου τοῦ Πολιορκητοῦ κόλαξ ἁπάντων αὐτῷ τῶν πρὸς τὴν κολακείαν καταναλωμένων ἐπῄνει ὑπὸ βηχὸς ἐνοχλούμενον τὸν Δημήτριον, ὅτι ἐμμελῶς ἐχρέμπτετο. [p. 326]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: