previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] ἥδε δὴ ὦν Στρατονίκη ἔτι τῷ προτέρῳ ἀνδρὶ συνοικέουσα ὄναρ τοιόνδε ἐθεήσατο, ὥς μιν Ἥρη ἐκέλευεν ἐγεῖραὶ οἱ τὸν ἐν τῇ ἱρῇ πόλει νηόν, εἰ δὲ ἀπειθέοι, πολλὰ οἱ καὶ κακὰ ἀπείλεεν. δὲ τὰ μὲν πρῶτα οὐδεμίαν ὤρην ἐποιέετο μετὰ δέ, ὥς μιν μεγάλη νοῦσος ἔλαβεν, τῷ τε ἀνδρὶ τὴν ὄψιν ἀπηγήσατο καὶ τὴν Ἥρην ἱλάσκετο καὶ στήσειν τὸν νηὸν ὑπεδέξατο. καὶ αὐτίκα ὑγιέα γενομένην ἀνὴρ ἐς τὴν ἱρὴν πόλιν ἔπεμπε, σὺν δὲ οἱ καὶ χρὴματα καὶ στρατιὴν πολλήν, τοὺς μὲν οἰκοδομέειν, τοὺς δὲ καὶ τοῦ ἀσφαλέος εἵνεκα . καλέσας δέ τινα τῶν ἑωυτοῦ φίλων, νεηνίην [p. 366] κάρτα καλόν, τῷ οὔνομα ἦν Κομβάβος, ‘ἐγώ τοι,’ ἔφη, ‘ Κομβάβε, ἐσθλὸν ἐόντα φιλέω τε μάλιστα φίλων ἐμῶν καὶ πάμπαν ἐπαινέω σοφίης τε καὶ εὐνοίης τῆς ἐς ἡμέας, ἣν δὴ ἐπεδέξαο. νῦν δέ μοι χρειὼ μεγάλης πίστιος, τῷ σε θέλω γυναικὶ ἐμῇ ἑσπόμενον ἔργον τέ μοι ἐπιτελέσαι καὶ ἱρὰ τελέσαι καὶ στρατιῆς ἐπικρατέειν σοὶ δὲ ἀπικομένῳ ἐξ ἡμέων τιμὴ μεγάλη ἔσσεται.’ Πρὸς τάδε Κομβάβος αὐτίκα λίσσετο πολλὰ λιπαρέων μή μιν ἐκπέμπειν μηδὲ πιστεύειν οἱ τὰ πολλὸν ἑωυτοῦ μέζονα χρήματα καὶ γυναῖκα καὶ ἔργον ἱρόν. τὰ δὲ ὀρρώδεεν μὴ κοτέ οἱ ζηλοτυπίη χρόνῳ ὑστέρῳ ἐς τὴν Στρατονίκην 'γένοιτο,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: