previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[25] ἄλλως τε μὲν Ἡρακλῆς, εἴπερ ἄρα καὶ ἐτόλμησέν τι τοιοῦτο, ὑπὸ νόσου αὐτὸ ἔδρασεν, ὑπὸ τοῦ Κενταυρείου αἵματος, ὥς φησιν τραγῳδία κατεσθιόμενος: οὗτος δέ τίνος αἰτίας ἕνεκεν ἐμβάλλει φέρων ἑαυτὸν εἰς τὸ πῦρ; νὴ Δί᾽, ὅπως τὴν καρτερίαν ἐπιδείξηται καθάπερ οἱ Βραχμᾶνες: ἐκείνοις γὰρ αὐτὸν ἠξίου Θεαγένης εἰκάζειν, ὥσπερ οὐκ ἐνὸν καὶ ἐν Ἰνδοῖς εἶναί τινας μωροὺς καὶ κενοδόξους ἀνθρώπους. ὅμως δ᾽ οὖν κἂν ἐκείνους μιμείσθω - ἐκεῖνοι γάρ οὐκ ἐμπηδῶσιν ἐς τὸ πῦρ, ὡς Ὀνησίκριτος Ἀλεξάνδρου κυβερνήτης ἰδὼν Κάλανον καόμενόν φησιν, ἀλλ᾽ ἐπειδὰν νήσωσι, πλησίον παραστάντες ἀκίνητοι [p. 30] ἀνέχονται παροπτώμενοι, εἶτ᾽ ἐπιβάντες κατὰ σχῆμα καίονται, οὐδ᾽ ὅσον ὀλίγον ἐντρέψαντες ^ τῆς κατακλίσεως. οὗτος δὲ τί μέγα εἰ ἐμπεσὼν τεθνήξεται συναρπασθεὶς ὑπὸ τοῦ πυρός; οὐκ ἀπ᾽ ἐλπίδος μὴ ἀναπηδήσασθαι αὐτὸν καὶ ἡμίφλεκτον, εἰ μή, ὅπερ φασί, μηχανήσεται βαθεῖαν γενέσθαι καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: