Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
καὶ δὴ τὰ μὲν Ὀλύμπια τέλος εἶχεν, κάλλιστα Ὀλυμπίων γενόμενα ὧν ἐγὼ εἶδον, τετράκις ἤδη ὁρῶν. ἐγὼ δὲ — οὐ γὰρ ἦν εὐπορῆσαι ὀχήματος
ἅμα ^ πολλῶν ἐξιόντων — ἄκων ὑπελειπόμην. ὁ
δὲ ἀεὶ ἀναβαλλόμενος νύκτα τὸ τελευταῖον προειρήκει ἐπιδείξασθαι τὴν καῦσιν: καί με τῶν ἑταίρων τινὸς παραλαβόντος περί μέσας νύκτας ἐξαναστὰς
ἀπῄειν εὐθὺ τῆς Ἁρπίνης, ἔνθα ἦν ἡ πυρά. στάδιοι πάντες οὗτοι εἴκοσιν ἀπὸ τῆς Ὀλυμπίας κατὰ τὸν
[p. 40] ἱππόδρομον ἀπιόντων πρὸς ἕω. καὶ ἐπεὶ τάχιστα ἀφικόμεθα, καταλαμβάνομεν πυρὰν νενησμένην
ἐν βόθρῳ ^ ὅσον ἐς ὀργυιὰν τὸ βάθος. δᾷδες ἦσαν τὰ πολλὰ καὶ παρεβέβυστο τῶν φρυγάνων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.