previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[23] οἱ κληρονόμοι δὲ οἷς ταῦτα κατελέλειπτο, ὡς ἤκουσαν, ἧκον εὐθὺς διαιτῶντες τὰ ἐκ τῶν διαθηκῶν. μὲν οὖν Χαρίξενος πέντε μόνας ἡμέρας ἐπιβιοὺς ἀπέθανεν, δὲ Ἀρεταῖος ἄριστος κληρονόμων γενόμενος τήν τε αὑτοῦ καὶ τὴν [p. 142] ἐκείνου μερίδα παραλαβὼν τρέφει τε τοῦ Εὐδαμίδα τὴν μητέρα καὶ τὴν θυγατέρα οὐ πρὸ πολλοῦ ἐκδέδωκεν, ἀπὸ ταλάντων πέντε ὧν εἶχεν δύο μὲν τῇ ἑαυτοῦ θυγατρί, δύο δὲ τῇ τοῦ φίλου ἐπιδούς, καὶ τὸν γάμον γε αὐταῖν ἐπὶ μιᾶς ἡμέρας ἠξίωσε γενέσθαι. τί σοι δοκεῖ, Τόξαρι, Ἀρεταῖος οὗτος; ἆρα φαῦλον παράδειγμα φιλίας παρεσχῆσθαι τοιαῦτα κληρονομήσας καὶ μὴ προδοὺς τὰς διαθήκας τοῦ φίλου ; τίθεμεν καὶ τοῦτον ἐν ταῖς τελείαις ψήφοις μίαν τῶν πέντε εἶναι ;

Τόξαρις
καὶ οὗτος μὲν καλός:^ ἐγὼ δὲ τὸν Εὐδαμίδαν πολὺ μᾶλλον ἐθαύμασα τοῦ θάρσους εἶχεν ἐπὶ τοῖς φίλοις. ἐδήλου γὰρ ὡς καὶ αὐτὸς ἂν τὰ ὅμοια ἔπραξεν ἐπ᾽ αὐτοῖς, εἰ μὴ καὶ ἐν διαθήκαις ταῦτα ἐνεγέγραπτο, ἀλλὰ πρὸ τῶν ἄλλων ἧκεν ἂν ἄγραφος κληρονόμος τῶν τοιούτων.

Μνήσιππος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: