previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[64] ἐπεὶ δὲ κατὰ τὸν Νέρωνά ἐσμεν τῷ λόγῳ, βούλομαι καὶ βαρβάρου ἀνδρὸς τὸ ἐπὶ τοῦ αὐτοῦ ὀρχηστοῦ γενόμενον εἰπεῖν, ὅπερ μέγιστος ἔπαινος ὀρχηστικῆς γένοιτ᾽ ἄν. τῶν γὰρ ἐκ τοῦ Πόντου βαρβάρων βασιλικός τις ἄνθρωπος κατά τι χρέος ἥκων ὡς τὸν Νέρωνα ἐθεᾶτο μετὰ τῶν ἄλλων τὸν ὀρχηστὴν ἐκεῖνον οὕτω σαφῶς ὀρχούμενον ὡς καίτοι μὴ ἐπακούοντα τῶν ᾀδομένωνἡμιέλλην γάρ τις ὢν ἐτύγχανενσυνεῖναι ἁπάντων. καὶ [p. 268] δὴ ἀπιὼν ἤδη ἐς τὴν οἰκείαν,^ τοῦ Νέρωνος δεξιουμένου καὶ τι βούλοιτο αἰτεῖν κελεύοντος καὶ δώσειν ὑπισχνουμένου, ‘ τὸν ὀρχηστήν,’ ἔφη, ‘δοὺς τὰ μέγιστα εὐφρανεῖς.’ τοῦ δὲ Νέρωνος ἐρομένου, ‘τί ἄν σοι χρήσιμος γένοιτο ἐκεῖ ;’ ‘ προσοίκους,’ ἔφη, ‘ βαρβάρους ἔχω, οὐχ ὁμογλώττους, καὶ ἑρμηνέων οὐ ῥᾴδιον εὐπορεῖν πρὸς αὐτούς. ἢν οὖν τινος δέωμαι, διανεύων οὗτος ἕκαστά μοι ἑρμηνεύσει.’ τοσοῦτον ἄρα καθίκετο αὐτοῦ μίμησις τῆς ὀρχήσεως ἐπίσημός τε καὶ σαφὴς φανεῖσα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: