previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] συντέτακται μέν, Πάμφιλε, ὡς οἶσθα, ἐκ βασιλέως μισθοφορά τις οὐ φαύλη κατὰ γένη τοῖς φιλοσόφοις, Στωϊκοῖς λέγω καὶ Πλατωνικοῖς καὶ Ἐπικουρείοις, ἔτι δὲ καὶ τοῖς ἐκ τοῦ Περιπάτου, τὰ ἴσα τούτοις ἅπασιν. ἔδει δὲ ἀποθανόντος αὐτῶν τινος ἄλλον ἀντικαθίστασθαι δοκιμασθέντα ψήφῳ τῶν ἀρίστων. καὶ τὰ ἆθλα οὐ βοείη τις ἦν, κατὰ τὸν ποιητήν, οὐδὲ ἱερεῖον, ἀλλὰ μύριαι κατὰ τὸν ἐνιαυτόν, ἐφ᾽ ὅτῳ συνεῖναι τοῖς νέοις.

Πάμφιλος
οἶδα ταῦτα: καὶ τινά φασιν αὐτῶν ἔναγχος ἀποθανεῖν, τῶν Περιπατητικῶν οἶμαι τὸν ἕτερον. [p. 334]

Λυκῖνος
αὕτη, Πάμφιλε, Ἑλένη ὑπὲρ ἧς ἐμονομάχουν πρὸς ἀλλήλους, καὶ ἄχρι γε τούτου γελοῖον οὐδὲν πλὴν ^ ἐκεῖνο ἴσως, ^ τὸ φιλοσόφους εἶναι φάσκοντας καὶ χρημάτων καταφρονεῖν ἔπειτα ὑπὲρ τούτων ὡς ὑπὲρ πατρίδος κινδυνευούσης καὶ ἱερῶν πατρῴων καὶ τάφων προγονικῶν ἀγωνίζεσθαι.

Πάμφιλος
καὶ μὴν καὶ τὸ δόγμα τοῦτὸ γέ ἐστιν τοῖς Περιπατητικοῖς, τὸ μὴ σφόδρα καταφρονεῖν χρημάτων, ἀλλὰ τρίτον τι ἀγαθὸν καὶ τοῦτο οἴεσθαι.

Λυκῖνος
ὀρθῶς λέγεις. φασὶ γὰρ οὖν ταῦτα, καὶ κατὰ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: