next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ ὅτι μὲν ἡγνοεις τοὔνομα τὴν ἀποφράβα παντί που δῆλον. πῶς γὰρ ἂν ᾐτιῶ βάρβαρον εἶναί με τὴν φωνὴν ἐπ᾽ αὐτῷ, εἰπόντα ὑπέρ σοῦ ὡς ἀποφράδι ὅμοιος εἴης τὸν γὰρ τρόπον σου νὴ Δία μέμνημαι εἰκάσας τῇ τοιαύτῃ ἡμέρᾳ, εἰ μὴ καὶ παντάπασιν ἀνήκοος ἦσθα τοῦ ὀνόματος ; ἐγὼ δὲ τήν μὲν ἀποφράδα τι καὶ βούλεται εἶναι διδάξω σε μικρὸν ὕστερον: τὸ δὲ τοῦ Ἀρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας, εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις Ἀρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομιδῇ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἔμελλε [p. 374] τοὺς περιπετεῖς ἐσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ. ἐκεῖνος τοίνυν πρός τινος τῶν τοιούτων ἀκούσας κακῶς τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι τοῦ πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι Ἀρχίλοχος φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινὸς ἀνάγκης, ὁπόταν δὲ καὶ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοῶντι. ‘ καὶ σὺ δή,’ ἔφη, ‘ κακόδαιμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν λάλον παροξύνεις ἐπὶ σεαυτὸν αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις ;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: