previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] καίτοι μάταιον ἴσως καὶ περιττὸν ἐν παιδείας νόμῳ παρρησιάζεσθαι πρὸς σέ. οὔτε γὰρ ἂν αὐτός ποτε βελτίων γένοιο πρὸς τὴν ἐπιτίμησιν, οὐ μᾶλλον κάνθαρος μεταπεισθείη ἂν μηκέτι τοιαῦτα κυλινδεῖν, ἅπαξ αὐτοῖς συνήθης γενόμενος, οὔτ᾽ εἶναι τινα νομίζω τὸν ἀγνοοῦντα ἔτι τὰ ὑπὸ σοῦ τολμώμενα καὶ γέρων ἄνθρωπος ἐς ἑαυτὸν παρανομεῖς. οὐχ οὕτως ἀσφαλὴς οὐδὲ ἀφανὴς βδελυρὸς εἶ: οὐδὲ δεῖ τινος τοῦ ἀποδύσοντος τὴν λεοντῆν, ὡς φανερὸς γένοιο κανθήλιος ὤν, εἰ μή τις ἄρα ἐξ Ὑπερβορέων ἄρτι ἐς ἡμᾶς ἥκοι ἐς τοσοῦτο Κυμαῖος εἴη ὡς μὴ ἰδὼν εὐθὺς εἰδέναι ὄνων ἁπάντων ὑβριστότατόν σε ὄντα, μὴ περιμείνας ὀγκωμένου προσέτι ἀκούειν. οὕτω πάλαι καὶ πρὸ ἐμοῦ καὶ παρὰ πᾶσι καὶ πολλάκις κεκήρυκται τὰ σά, καὶ δόξαν οὐ μικρὰν ἔχεις ἐπ᾽ αὐτοῖς, ὑπὲρ τὸν Ἀριφράδην, ὑπὲρ τὸν Συβαρίτην Ἡμιθέωνα,^ ὑπὲρ τὸν Χῖον ἐκεῖνον Βάσταν, τὸν ἐπὶ τοῖς ὁμοίοις σοφόν. ῥητέον δὲ ὅμως, εἰ καὶ ἕωλα δόξω λέγειν, [p. 378]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: