This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δύο τυράννους ἀποκτείνας, ὦ ἄνδρες δικασταί, μιᾶς ἡμέρας, τὸν μὲν ἤδη παρηβηκότα, τὸν δὲ ἀκμάζοντα καὶ πρὸς διαδοχὴν τῶν ἀδικημάτων
ἑτοιμότερον, ἥκω μίαν ὅμως ἐπ᾽ ἀμφοτέροις αἰτήσων δωρεὰν μόνος τῶν πώποτε τυραννοκτόνων πληγῇ μιᾷ δύο πονηροὺς ἀποσκευασάμενος καὶ φονεύσας τὸν μὲν παῖδα τῷ ξίφει, τὸν πατέρα δὲ
τῇ πρὸς τὸν υἱὸν φιλοστοργίᾳ. ὁ μὲν οὖν τύραννος ἀνθ᾽ ὧν ἐποίησεν ἱκανὴν ἡμῖν δέδωκε τιμωρίαν, ζῶν μὲν τὸν υἱὸν ἐπιδὼν προανῃρημένον παρὰ τὴν
τελευτήν, τελευταῖον δὲ ἠναγκασμένος, τὸ παραδοξότατον, αὐτὸς αὑτοῦ γενέσθαι τυραννοκτόνος.
ὁ παῖς δὲ ὁ ἐκείνου τέθνηκεν μὲν ὑπ᾽ ἐμοῦ, ὑπηρέτησε δέ μοι καὶ ἀποθανὼν πρὸς ἄλλον φόνον,
ζῶν μὲν συναδικῶν τῷ πατρί, μετὰ θάνατον δὲ πατροκτονήσας, ὡς ἐδύνατο.
[p. 446]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.