previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] οὐ γὰρ σμικρόν, ἄνδρες δικασταί, οὐδὲ τὸ τυχὸν εὖ πεποιηκὼς αὐτόν, ὅμως τῶν τοιούτων νῦν ἀξιοῦμαι. ἀλλ᾽ εἰ καὶ οὗτος ἀγνοεῖ τὰ τότε, πάντες ὑμεῖς ἴστε οἷα ποιοῦντα αὐτὸν καὶ πάσχοντα καὶ ὅπως διακείμενον ἐγὼ παραλαβών, τῶν μὲν ἄλλων ἰατρῶν ἀπεγνωκότων, τῶν δὲ οἰκείων φευγόντων καὶ μηδὲ πλησίον προσιέναι τολμώντων, τοιοῦτον ἀπέφηνα ὡς καὶ κατηγορεῖν δύνασθαι καὶ περὶ τῶν νόμων διαλέγεσθαι. μᾶλλον δέ. ὁρᾷς, πάτερ, τὸ παράδειγμα: τοιοῦτον ὄντα σε παρ᾽ ὀλίγον οἵα νῦν γυνή ἐστιν, πρὸς τὴν ἀρχαίαν φρόνησιν ἐπανήγαγον. οὐ δὴ δίκαιον τοιαύτην μοι γενέσθαι ἀντ᾽ ἐκείνων τὴν ἀμοιβὴν [p. 498] οὐδὲ κατ᾽ ἐμοῦ σε μόνου σωφρονεῖν: ὅτι γάρ μὴ μικρὰ ὑπ᾽ ἐμοῦ εὐηργέτησαι, καὶ ἀπ᾽ αὐτῶν ὧν ἐγκαλεῖς δῆλόν ἐστιν ὃν ^ γὰρ ὡς ἐν ἐσχάτοις οὖσαν τὴν γυναῖκα καὶ παμπονηρῶς ἔχουσαν οὐκ ἰώμενον μισεῖς, πῶς οὐ πολὺ μᾶλλον ὅτι σε τῶν ὁμοίων ἀπήλλαξα ὑπεραγαπᾷς καὶ χάριν ὁμολογεῖς, τῶν οὕτω δεινῶν ἀπηλλαγμένος ; σὺ δέ, ὅπερ ἀγνωμονέστατον, σωφρονήσας εὐθὺς ἐς δικαστήριον ἄγεις καὶ σεσωσμένος κολάζεις καὶ ἐπὶ τὸ ἀρχαῖον ἐκεῖνο μῖσος ἀνατρέχεις καὶ τὸν αὐτὸν ἀναγινώσκεις νόμον. καλὸν γοῦν τὸν μισθὸν ἀποδίδως τῇ τέχνῃ καὶ ἀξίας ἀμοιβὰς τῶν φαρμάκων ἐπὶ τὸν ἰατρὸν ὑγιαίνων μόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: