apollonides
Σμήνεος ἔκ με ταμὼν γλυκερὸν θέρος ἀντὶ νομαίων
γηραιὸς Κλείτων σπεῖσε μελισσοπόνος,
ἀμβροσίων ἔαρος κηρῶν μέλι πολλὸν ἀμέλξας,
δῶρον ἀποιμάντου τηλεπέτευς ἀγέλης.
θείης δ᾽ ἑσμοτόκον χορὸν ἄπλετον, εὖ δὲ μελιχροῦ
νέκταρος ἐμπλήσαις κηροπαγεῖς θαλάμας.