anonymi epigrammatici
ἄδηλονΚαλλιόπης Ὀρφῆα καὶ Οἰάγροιο θανόντα
ἔκλαυσαν ξανθαὶ μυρία Βιστονίδες:
στικτοὺς δ᾽ ᾑμάξαντο βραχίονας, ἀμφιμελαίνῃ
δευόμεναι σποδιῇ Θρηίκιον πλόκαμον:
καὶ δ᾽ αὐταὶ στοναχεῦντι σὺν εὐφόρμιγγι Λυκείῳ
ἔρρηξαν Μοῦσαι δάκρυα Πιερίδες,
μυρόμεναι τὸν ἀοιδὸν ἐπωδύραντο δὲ πέτραι
καὶ δρύες, ἃς ἐρατῇ τὸ πρὶν ἔθελγε λύρῃ.