leonidas
Θῆριν τὸν τριγέροντα, τὸν εὐάγρων ἀπὸ κύρτων
ζῶντα, τὸν αἰθυίης πλείονα νηξάμενον,
ἰχθυσιληϊστῆρα, σαγηνέα, χηραμοδύτην,
οὐχὶ πολυσκάλμου πλώτορα ναυτιλίης,
ἔμπης οὔτ᾽ Ἀρκτοῦρος ἀπώλεσεν, οὔτε καταιγὶς
ἤλασε τὰς πολλὰς τῶν ἐτέων δεκάδας:
ἀλλ᾽ ἔθαν᾽ ἐν καλύβῃ σχοινίτιδι, λύχνος ὁποῖα,
τῷ μακρῷ σβεσθεὶς ἐν χρόνῳ αὐτόματος.
σῆμα δὲ τοῦτ᾽ οὐ παῖδες ἐφήρμοσαν, οὐδ᾽ ὁμόλεκτρος,
ἀλλὰ συνεργατίνης ἰχθυβόλων θίασος.