anonymi epigrammatici
αἰαῖ, τοῦτο κάκιστον, ὅταν κλαίωσι θανόντα
νυμφίον ἢ νυμφίον ἡνίκα δ᾽ ἀμφοτέρους,
Εὔπολιν ὡς ἀγαθήν τε Λυκαίνιον, ὧν ὑμέναιον
ἔσβεσεν ἐν πρώτῃ νυκτὶ πεσὼν θάλαμος,
οὐκ ἄλλῳ τόδε κῆδος ἰσόρροπον, ᾧ σὺ μὲν υἱόν,
Νῖκι, σὺ δ᾽ ἔκλαυσας, Θεύδικε, θυγατέρα.