anonymi epigrammatici
γήραϊ καὶ πενίῃ τετρυμένος, οὐδ᾽ ὀρέγοντος
οὐδενὸς ἀνθρώπου δυστυχίης ἔρανον,
τοῖς τρομεροῖς κώλοισιν ὑπήλυθον ἠρέμα τύμβον,
εὑρὼν οἰζυροῦ τέρμα μόλις βιότου.
ἠλλάχθη δ᾽ ἐπ᾽ ἐμοὶ νεκύων νόμος: οὐ γὰρ ἔθνῃσκον
ἔπειτ᾽, ἔπειτ᾽ ἐτάφην ἀλλὰ ταφεὶς ἔθανον.