meleager
δεξιτερὴν Ἀίδαο θεοῦ χέρα καὶ τὰ κελαινὰ
ὄμνυμεν ἀρρήτου δέμνια Περσεφόνης,
παρθένοι ὡς ἔτυμον καὶ ὑπὸ χθονί: πολλὰ δ᾽ ὁ πικρὸς
αἰσχρὰ καθ᾽ ἡμετέρης ἔβλυσε παρθενίης [p. 190]
Ἀρχίλοχος: ἐπέων δὲ καλὴν φάτιν οὐκ ἐπὶ καλὰ
ἔργα, γυναικεῖον δ᾽ ἔτραπεν ἐς πόλεμον.
Πιερίδες, τί κόρῃσιν ἔφ᾽ ὑβριστῆρας ἰάμβους
ἐτράπετ᾽, οὐχ ὁσίῳ φωτὶ χαριζόμεναι;