erycius
Ἀτθὶς ἐγώ: κείνη γὰρ ἐμὴ πόλις: ἐκ δὲ μ᾽ Ἀθηνῶν
λοιγὸς Ἄρης Ἰταλῶν πρὶν ποτ᾽ ἐληίσατο,
καὶ θέτο Ῥωμαίων πολιήτιδα: νῦν δὲ θανούσης
ὀστέα νησαίη Κύζικος ἠμφίασε.
χαίροις ἡ θρέψασα, καὶ ἡ μετέπειτα λαχοῦσα
χθών με, καὶ ἡ κόλποις ὕστατα δεξαμένη.