apollonides
καὶ τίς ὃς οὐκ ἔτλη κακὸν ἔσχατον υἱέα κλαύσας;
ἀλλ᾽ ὁ Ποσειδίππου πάντας ἔθαψε δόμος
τέσσαρας, οὓς Ἀίδαο συνήριθμον ἥρπασεν ἦμαρ,
τὴν πολλὴν παίδων ἐλπίδα κειραμένου.
πατρὸς δ᾽ ὄμματα λυγρὰ κατομβρηθέντα γόοισιν
ὤλετο: κοινή που νὺξ μία πάντας ἔχει.