antipater
1 Μαστεύω τί σευ Ἆγις ἐπὶ σταλίτιδι πέτρᾳ,
Λυσιδίκα, γλυπτὸν τόνδ᾽ ἐχάραξε νόον:
ἁνία γὰρ καὶ κημός, ὃ τ᾽ εὐόρνιθι Τανάγρᾳ
οἰωνὸς βλαστῶν, θοῦρος ἐγερσιμάχας,
οὐχ ἅδεν οὐδ᾽ ἐπέοικεν ὑπωροφίαισι γυναιξίν,
ἀλλὰ τὰ τ᾽ ἠλακάτας ἔργα τὰ θ᾽ ἱστοπόδων.
2 τάν μὲν ἀνεγρομέναν με ποτ᾽ εἴρια νύκτερος ὄρνις,
ἁνία δ᾽ αὐδάσει δώματος ἁνίοχον
ἱππαστὴρ δ᾽ ὅδε κημὸς ἀείσεται οὐ πολύμυθον,
οὐ λάλον, ἀλλὰ καλᾶς ἔμπλεον ἁσυχίας.