dioscorides
Βάλλεθ᾽ ὑπὲρ τύμβου πολιὰ κρίνα, καὶ τὰ συνήθη
τύμπαν᾽ ἐπὶ στήλῃ ῥήσσετ᾽ Ἀλεξιμένευς,
καὶ περιδινήσασθε μακρῆς ἀνελίγματα χαίτης
Στρυμονίην ἄφετοι θυιάδες ἀμφὶ πόλιν,
ἣ γλυκερὰ πνεύσαντος ἐφ᾽ ὑμετέροισιν † ἀδάπταις
πολλάκι πρὸς μαλακοὺς τοῦδ᾽ ἐχόρευε νόμους.