anonymi epigrammatici
εἰπέ, ποτὶ Φθίαν εὐάμπελον ἢν ποθ᾽ ἵκηαι
καὶ πόλιν ἀρχαίαν, ὦ ξένε, Θαυμακίαν.
ὡς δρυμὸν Μαλεαῖον ἀναστείβων ποτ᾽ ἔρημον
εἶδες Λάμπωνος τόνδ᾽ ἐπὶ παιδὶ τάφον
Δερξίᾳ, ὅν ποτε μοῦνον ἕλον δόλῳ, οὐδ᾽ ἀναφανδόν,
κλῶπες ἐπὶ Σπάρταν δῖαν ἐπειγόμενον.