perses
δειλαία Μνάσυλλα, τί τοι καὶ ἐπ᾽ ἠρίῳ οὗτος
μυρομένᾳ κούραν γραπτὸς ἔπεστι τύπος
Νευτίμας; ἇς δὴ ποκ᾽ ἀπὸ ψυχὰν ἐρύσαντο
ὠδῖνες, κεῖται δ᾽ οἷα κατὰ βλεφάρων
ἀχλύι πλημμύρουσα φίλας ὑπὸ ματρὸς ἀγοστῷ:
αἰαῖ Ἀριστοτέλης δ᾽ οὐκ ἀπάνευθε πατὴρ
δεξιτερᾷ κεφαλὰν ἐπεμάσσετο. ὦ μέγα δειλοί,
οὐδὲ θανόντες ἑῶν ἐξελάθεσθ᾽ ἀχέων: