antipater
εἴκοσιν Ἑρμοκράτεια καὶ ἐννέα τέκνα τεκοῦσα
οὔτε ἑνὸς οὔτε μιᾶς αὐγασάμην θάνατον.
οὐ γὰρ ἀπωίστευσεν ἐμοὺς υἱῆας Ἀπόλλων,
οὐ βαρυπενθήτους Ἄρτεμις εἷλε κόρας:
ἔμπαλι δ᾽ ἁ μὲν ἔλυσεν ἐμὰν ὠδῖνα μολοῦσα,
Φοῖβος δ᾽ εἰς ἥβαν ἄρσενας ἀγάγετο
ἀβλαβέας νούσοισιν. ἴδ᾽ ὡς νίκημι δικαίως
παισὶν καὶ γλώσσῃ σώφρονι Τανταλίδα.