gregorius nazianzenus
κατὰ τυμβωρύχουοὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι
τέρπῃ πυροφόροις τετραπόδων τ᾽ ἀγέλαις:
καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος, εὐγενέες τε
λᾶες καὶ Σηρῶν νήματα λεπταλέα,
πάντα βίος ζωοῖσι: λίθοι δ᾽ ὀλίγοι τε φίλοι τε
τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις,
οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει
ἄλλος σοῖσι νόμοις, χερσὶ δικαιοτέραις,