gregorius nazianzenus
εἰς Νικομήδηνοἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος ἡ δὲ συνωρὶς
σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει;
τίς δὲ τέλος νηῷ περικάλλεϊ χεὶρ ἐπιθήσει;
τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην,
σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα;
ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων,