gregorius nazianzenus
εἰς Καρτέριον ἑταῖρον τοῦ μεγάλου Γρηγορίουπῆ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθ᾽ ἑταίρων,
ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε;
πῆ ποτ᾽ ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν,
ἦμος ἐπ᾽ ἀλλοδαπῆς μῦθον ἐμετρεόμην,
ὃς βιότῳ μ᾽ ἔζησας ἀσαρκέι; ἦ ῥ᾽ ἐτεόν σοι
Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις.