gregorius nazianzenus
εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχωνΤρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματ᾽ ἀνάγνων
ἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι:
δεύτερον αὖτε τάφους τοὺς μὲν ἐμίξατε σώματ᾽ ἀθέσμως,
αὐτοὶ σήματ᾽ ἔχοντες ὁμοίια: τοὺς δ᾽ ἀπέδοσθε,
πολλάκι καὶ τρὶς ἕκαστον ὃ δὲ τρίτον, ἱεροσυλεῖς
μάρτυρας οὓς φιλέεις: Σοδομίτιδες ἤξατε πηγαί.