alpheus
Λητοῦς ὠδίνων ἱερὴ τροφέ, τὴν ἀσάλευτον
Αἰγαίῳ Κρονίδης ὡρμίσατ᾽ ἐν πελάγει,
οὒ νύ σε δειλαίην, μὰ τεούς, δέσποινα, βοήσω,
δαίμονας, οὐδὲ λόγοις ἕψομαι Ἀντιπάτρου:
ὀλβίζω δ᾽, ὅτι Φοῖβον ἐδέξαο, καὶ μετ᾽ Ὄλυμπον
Ἄρτεμις οὐκ ἄλλην ἢ σὲ λέγει πατρίδα.